These scholia are displayed from the TLG transcription of Harmut Erbse's edition of the Iliad scholia with the kind permission of the publishers. They may not be copied except for personal use. Copyright 1969 Walter De Gruyter, Berlin. The Greek display requires a Unicode capable browser with a font capable of displaying the extended Greek character set.
Scholion S-I24257a.     Source: exegetical scholion

<Μήστορα τ' ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην:> ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωΐλῳ (T.G.F. p. 266 n. = II p. 253 P.)φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ τὸ Θυμβραῖον καὶ ἀποθανεῖν. ὑπονοήσειε δ' ἄν τις τὸν Μήστορα πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν, καὶ τὸν Τρωΐλον οὐ παῖδα, διότι ἐν τοῖς ἀρίστοις καταλέγεται. T

Scholion S-I24257b.     Source: Aristonicus

Τρωΐλον ἱππιοχάρμην: ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφ' ἵππου διωκόμενον αὐτὸν ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται. A